Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.35.5 | Hdt. 3.36.4 (English) | >>Hdt. 3.38.1 |
3.36.3 “σὺ καὶ ἐμοὶ τολμᾷς συμβουλεύειν , ὃς χρηστῶς μὲν τὴν σεωυτοῦ πατρίδα ἐπετρόπευσας , εὖ δὲ τῷ πατρὶ τῷ ἐμῷ συνεβούλευσας , κελεύων αὐτὸν Ἀράξεα ποταμὸν διαβάντα ἰέναι ἐπὶ Μασσαγέτας , βουλομένων ἐκείνων διαβαίνειν ἐς τὴν ἡμετέρην , καὶ ἀπὸ μὲν σεωυτὸν ὤλεσας τῆς σεωυτοῦ πατρίδος κακῶς προστάς , ἀπὸ δὲ ὤλεσας Κῦρον πειθόμενον σοί , ἀλλʼ οὔτι χαίρων , ἐπεί τοι καὶ πάλαι ἐς σὲ προφάσιός τευ ἐδεόμην ἐπιλαβέσθαι .”
3.36.4 ταῦτα δὲ εἴπας ἐλάμβανε τὸ τόξον ὡς κατατοξεύσων αὐτόν , Κροῖσος δὲ ἀναδραμὼν ἔθεε ἔξω . ὁ δὲ ἐπείτε τοξεῦσαι οὐκ εἶχε , ἐνετείλατο τοῖσι θεράπουσι λαβόντας μιν ἀποκτεῖναι .
3.36.5 οἱ δὲ θεράποντες ἐπιστάμενοι τὸν τρόπον αὐτοῦ κατακρύπτουσι τὸν Κροῖσον ἐπὶ τῷδε τῷ λόγῳ ὥστε , εἰ μὲν μεταμελήσῃ τῷ Καμβύσῃ καὶ ἐπιζητέῃ τὸν Κροῖσον , οἱ δὲ ἐκφήναντες αὐτὸν δῶρα λάμψονται ζωάγρια Κροίσου , ἢν δὲ μὴ μεταμέληται μηδὲ ποθέῃ μιν , τότε καταχρᾶσθαι .
3.36.6 ἐπόθησέ τε δὴ ὁ Καμβύσης τὸν Κροῖσον οὐ πολλῷ μετέπειτα χρόνῳ ὕστερον , καὶ οἱ θεράποντες μαθόντες τοῦτο ἐπηγγέλλοντο αὐτῷ ὡς περιείη . Καμβύσης δὲ Κροίσῳ μὲν συνήδεσθαι ἔφη περιεόντι , ἐκείνους μέντοι τοὺς περιποιήσαντας οὐ καταπροΐξεσθαι ἀλλʼ ἀποκτενέειν · καὶ ἐποίησε ταῦτα .
ch. 37
3.37.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.35.5 | Hdt. 3.36.4 (English) | >>Hdt. 3.38.1 |